Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.74 Joseph. AJ 16.79 (English) >>Joseph. AJ 16.84

16.77δέον τὴν τοσαύτην εὐτυχίαν τῶν ἔξωθεν πραγμάτων ἀλλάξασθαι τῶν οἴκοι κακῶν, τοιοῦτο μέγεθος τῶν περὶ τοὺς οἰκείους συμφορῶν διαφυγεῖν ἐν τῷ μηδὲ τὰ τῆς βασιλείας θαυμαζόμενα κεκτῆσθαι. 16.78

Ταρασσόμενος δὲ καὶ διακείμενος τὸν τρόπον τοῦτον ἐπὶ καθαιρέσει τῶν μειρακίων ἕτερον αὐτῷ γενόμενον ἰδιωτεύοντι παῖδα προσήγετο καὶ τοῦτον ἐδόκει τιμᾶν, ἐκαλεῖτο δὲ Ἀντίπατρος, οὐχ ὥσπερ ἐν ὑστέρῳ καὶ τελέως ἡττηθεὶς αὐτοῦ καὶ πάντʼ εἰς ἐκεῖνον ἀναφέρων, 16.79οἰόμενος δὲ παραιρήσεσθαι τοῦ θράσους τοὺς ἐκ Μαριάμμης καὶ μᾶλλον εἰς νουθεσίαν τὴν ἐκείνων οἰκονομῶν αὐτό. τὸ γὰρ αὔθαδες οὐκ ἂν εἴη παρʼ αὐτοῖς, εἰ τοῦτο πεισθεῖεν, ὅτι μὴ μόνοις μηδʼ ἐξ ἀνάγκης διαδοχὴ τῆς βασιλείας ὀφείλεται. 16.80διὸ καὶ καθάπερ ἔφεδρόν τινα τὸν Ἀντίπατρον εἰσῆγεν οἰόμενος ὀρθῶς προνοεῖν καὶ κατασταλέντων τῶν μειρακίων ἐξεῖναι εὐκαίρως χρῆσθαι βελτίοσιν. 16.81τὸ δʼ οὐχ ὥσπερ ἐνόησεν ἀπέβη· τοῖς τε γὰρ παισὶν οὐ μετρίως ἐδόκει κεχρῆσθαι τῇ πρὸς αὐτοὺς ἐπηρείᾳ, καὶ δεινὸς ὢν τὸν τρόπον Ἀντίπατρος, ἐπειδὴ παρρησίας τινὸς τῆς οὐ πρότερον οὔσης ἐλπίδος ἀντεποιήσατο, μίαν ἔσχεν ὑπόθεσιν κακοῦ τοὺς ἀδελφοὺς μὴ παραχωρεῖν τῶν πρωτείων, ἀλλʼ ἔχεσθαι τοῦ πατρός, ἤδη μὲν ἠλλοτριωμένου ταῖς διαβολαῖς, εὐμεταχειρίστου δʼ ὄντος εἰς ὅπερ ἐσπουδάκει, πολὺ χαλεπώτερον ἀεὶ γενέσθαι τοῖς διαβεβλημένοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.74 Joseph. AJ 16.79 (English) >>Joseph. AJ 16.84

Powered by PhiloLogic